Ἀκολουθία γιὰ εὐλογία βασιλόπιτας.
Εἰς τό ὄνομα Τοῦ Πατρός καί Τοῦ Υἱοῦ καί Τοῦ Ἁγίου Πνεύματος. Ἀμήν
Δόξα Σοί ὁ Θεός ἡμῶν, δόξα Σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς Ἀληθείας, ὁ Πανταχοῦ Παρὼν καὶ τὰ Πάντα Πληρῶν, ὁ Θησαυρός τῶν Ἀγαθῶν καὶ Ζωῆς Χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθὲ τὰς ψυχὰς ἡμῶν. Ἀμήν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι. Καί νύν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.Ἀμήν
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι. Καί νύν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.Ἀμήν
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστίν ἡ βασιλεία καί δύναμις καί ἡ δόξα, Τοῦ Πατρός καί Τοῦ Υἱοῦ καί Τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Ἀπολυτίκιον τοῦ Ἁγίου Ἦχος α'
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον σου, δι' οὗ θεοπρεπῶς ἐδογμάτισας, τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμησας, Βασίλειον Ἱεράτευμα, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ θέμενος καὶ τὴν ζωὴν ἡμῶν εἰς χεῖράς σου διακρατῶν, ἐπάκουσον ἡμῶν δεομένων σου ἐν τῇ εὐσήμῳ ἡμέρᾳ ταύτῃ, ἐπὶ τῇ εἰσόδῳ ἡμῶν εἰς τὸν νέον ἐνιαυτὸν τῆς χρηστότητός σου, καὶ εὐλόγησον τοὺς πλακοῦντας τούτους τοὺς προσφερομένους εἰς δόξαν σὴν καὶ τιμὴν τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου τοῦ Μεγάλου Ἀρχιεπισκόπου Καισαρείας τῆς Καππαδοκίας. Ἐπίβλεψον μεγαλόδωρε ἐξ οὐρανοῦ ἁγίου σου καὶ κατάπεμψον ἐφ' ἡμᾶς, τούς τε τὰ δῶρα ταῦτα εὐτρεπίσαντας καὶ τοὺς ἐξ αὐτῶν μεταλαμβάνοντας, τὰς οὐρανίους δωρεάς σου, ὅτι ἐπὶ σοὶ ἠλπίκαμεν, τῷ ζῶντι Θεῷ, εἰς τοὺς αἰῶνας. Εὐλόγησον τὰς εἰσόδους καὶ ἐξόδους ἡμῶν, πλήθυνον ἐν ἀγαθοῖς τὴν ζωὴν ἡμῶν καὶ κατεύθυνον τὰ διαβήματα ἡμῶν πρὸς ἐργασίαν τῶν θείων σου ἐντολῶν, ὅτι οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος. Πρεσβείαις τῆς παναχράντου σου Μητρός, τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου τοῦ Μεγάλου καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν. Δι' εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός ἡμῶν, ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν ***
(Ἀκοῦστε ἐδῶ τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου Βασιλείου τοῦ Μεγάλου) *** Ἡ Βασιλόπιτα φτιάχνεται εἰς τιμήν καί μνήμην τοῦ Ἁγίου Βασιλείου τοῦ Μεγάλου. Ὅταν λοιπόν κόβουμε τήν βασιλόπιτα θά πρέπει ἐμεῖς οἱ χριστιανοί ὀρθόδοξοι νά λέμε καί τήν εἰδική προσευχή. Δέν εἶναι σωστό νά τήν κόβουμε ἁπλά καί μόνο «γιά τό καλό». Εἶναι ἔθιμο ἀλλά συνδεδεμένο μέ τήν ἐκκλησιαστική μας ἱερά παράδοση. Προτοῦ λοιπόν κόψουμε τήν βασιλόπιτα θά πρέπει νά διαβάσουμε τήν εἰδική ἀκολουθία ἡ ὁποία δέν διαρκεῖ πάνω ἀπό 5 λεπτά. Καί ἔτσι θά ἔχουμε τήν εὐλογία τοῦ Θεοῦ στό σπίτι μας.
*** Τὸ ἔθιμο τῆς βασιλόπιτας Στὰ χρόνια τοῦ Ἰουλιανοῦ τοῦ Παραβάτη, ὅταν τὸ Βυζάντιο κήρυξε τὸν πόλεμο στὴν Περσία, ὁ Ἰουλιανὸς πέρασε μὲ τὸν στρατό του ἀπὸ τὴν Καισάρεια τῆς Καππαδοκίας, τὴν πόλη ὁπού,ὁποῦ ἐπίσκοπος ἦταν ὁ Μέγας Βασίλειος. Τότε διέταξε νὰ φορολογήσουν ὅλη τὴν ἐπαρχία καὶ τὰ χρήματα αὐτὰ θὰ τὰ ἔπαιρνε ἐπιστρέφοντας γιὰ τὴν Κωνσταντινουπολη. Ἐτσι, οἱ κάτοικοι ἀναγκάσθηκαν νὰ δώσουν ὅ,τι εἶχε ὁ καθένας χρυσαφικὰ νομίσματα κλπ. Ἔφεραν τὰ χρυσαφικά τους καὶ τὰ ἔδωσαν στὸν Ἅγιο γιὰ νὰ τὰ δώσει στὸν Ἰουλιανό. Ὅμως ὁ Ἰουλιανὸς σκοτώθηκε ἄδοξα (τὸν σκότωσε ὁ Ἅγιος Μερκούριος) καὶ ἔτσι δὲν ξαναπέρασε ποτὲ ἀπὸ τὴν Καισάρεια. Τότε ὁ Ἁγιος Βασίλειος ἔμεινε μὲ τὰ χρυσαφικὰ καὶ δὲν ἤξερε ποιανοῦ εἶναι τί. Καὶ ζύμωσε ψωμάκια (πίτες) καὶ μέσα σὲ αὐτὰ ἔβαλε τὰ χρυσαφικά. Τὰ μοίρασε λοιπὸν στὸν κόσμο καὶ ὁ καθένας (ὼ τοῦ θαύματος) βρῆκε μέσα στὰ ψωμάκια ὅτι ἀκριβῶς εἶχε δώσει. Ἀρκετὰ ἀπὸ τὰ χρυσαφικὰ ὁ κόσμος τὰ ἔδωσε πίσω στὸν Ἅγιο γιὰ τίς ἀνάγκες τῶν ἱδρυμάτων τῆς Βασιλειάδας. Ἔτσι, γεννήθηκε τὸ ἔθιμο τῆς πίτας ποὺ ὀνομάσθηκε βασιλόπιτα.
Δημήτριος Παπαγιαννόπουλος, Ἱεροψάλτης - Κατηχητής, Ὀρθόδοξη Θεολογία. 31 Δεκεμβρίου 2021.
Comments